Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.280 Joseph. AJ 15.286 (English) >>Joseph. AJ 15.291

15.284ταῦτα γνόντες ἀπὸ συνθήματος εἰς τὸ θέατρον ἐχώρουν, ἐλπίσαντες μὲν οὐδʼ αὐτὸν Ἡρώδην διαφευξεῖσθαι προσπεσόντων ἐξ ἀφανοῦς, πολλοὺς δʼ, εἰ καὶ μὴ τυγχάνοιεν ἐκείνου, τῶν περὶ αὐτὸν ἀναιρήσειν οἰόμενοι· καὶ ταῦτʼ αὐτοῖς ἀρκέσειν, εἰ καὶ θνήσκοιεν, εἰς ἔννοιαν ὧν βασιλεὺς ἐξυβρίζειν ἐδόκει τὸ πλῆθος καὶ αὐτὸν ἐκεῖνον ἀγαγεῖν. 15.285ἐκεῖνοι μὲν οὖν προκαταστάντες ἐπὶ τοιαύτης ἦσαν προθυμίας· εἷς δὲ τῶν ὑφʼ Ἡρώδου πολυπραγμονεῖν καὶ διαγγέλλειν τὰ τοιαῦτα τεταγμένων ἐξευρηκὼς ὅλην τὴν ἐπίθεσιν εἰς τὸ θέατρον εἰσιέναι μέλλοντι τῷ βασιλεῖ κατεμήνυσεν. 15.286 δʼ, οὐ γὰρ ἀνοίκειον ᾠήθη τὸν λόγον εἴς τε τὸ μῖσος ἀφορῶν, συνῄδει παρὰ τῶν πλειόνων αὐτῷ, καὶ τὰς ταραχὰς τὰς ἐπὶ τοῖς καθʼ ἕκαστα γινομένοις παρυφισταμένας, ἀναχωρήσας εἰς τὸ βασίλειον ὀνομαστὶ τοὺς ἐν ταῖς αἰτίαις ἐκάλει. 15.287προσπιπτόντων δʼ αὐτοῖς τῶν ὑπηρετῶν αὐτόφωροι λαμβανόμενοι τὸ μὲν ὡς οὐκ ἂν διαφύγοιεν ᾔδεσαν, ἐπεκόσμησαν δὲ τὴν ἀναγκαίαν καταστροφὴν τοῦ τέλους τῷ μηδὲν ὑφιέναι τοῦ φρονήματος· 15.288οὐ γὰρ ἐντραπέντες οὐδʼ ἀρνησάμενοι τὴν πρᾶξιν ἀνέδειξαν μὲν ἤδη κρατούμενα τὰ ξίφη, διωμολογήσαντο δὲ καλῶς καὶ σὺν εὐσεβείᾳ τὴν συνωμοσίαν αὐτοῖς γενέσθαι, κέρδους μὲν οὐδενὸς οὐδʼ οἰκείων ἕνεκεν παθῶν, τὸ δὲ πλέον ὑπὲρ τῶν κοινῶν ἐθῶν, καὶ πᾶσιν φυλάττειν θνήσκειν πρὸ αὐτῶν ἄξιον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.280 Joseph. AJ 15.286 (English) >>Joseph. AJ 15.291

Powered by PhiloLogic